Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.133 Dem. 19.135 (English) >>Dem. 19.138

19.134τάχα τοίνυν ἴσως καὶ τοιοῦτος ἥξει τις λόγος παρὰ τούτων, ὡς ἀρχὴ γενήσεται πρὸς Φίλιππον ἔχθρας, εἰ τῶν πρεσβευσάντων τὴν εἰρήνην καταψηφιεῖσθε. ἐγὼ δʼ, εἰ τοῦτʼ ἔστιν ἀληθές, οὐκ ἔχω σκοπούμενος εὑρεῖν τι μεῖζον τούτου κατηγορήσω. εἰ γὰρ τῆς εἰρήνης χρήματʼ ἀναλώσας ὥστε τυχεῖν, οὗτος οὕτω γέγονεν φοβερὸς καὶ μέγας ὥστε τῶν ὅρκων καὶ τῶν δικαίων ἀμελήσαντας ὑμᾶς ἤδη τί Φιλίππῳ χαριεῖσθε σκοπεῖν, τί παθόντες ἂν οἱ τούτων αἴτιοι τὴν προσήκουσαν δίκην δεδωκότες εἶεν; 19.135οὐ μὴν ἀλλʼ ὅτι καὶ φιλίας ἀρχὴ συμφερούσης ὑμῖν μᾶλλον ἐκ τῶν εἰκότων γενήσεται, καὶ τοῦτʼ οἴομαι δείξειν. εὖ γὰρ εἰδέναι χρὴ τοῦθʼ ὅτι οὐ καταφρονεῖ Φίλιππος, ἄνδρες Ἀθηναῖοι, τῆς πόλεως τῆς ὑμετέρας, οὐδʼ ἀχρηστοτέρους ὑμᾶς νομίσας Θηβαίων ἐκείνους εἵλετʼ ἀνθʼ ὑμῶν ἀλλʼ ὑπὸ τούτων ἐδιδάχθη καὶ ταῦτʼ ἤκουσεν, καὶ πρότερόν ποτʼ εἶπον ἐγὼ πρὸς ὑμᾶς ἐν τῷ δήμῳ καὶ τούτων οὐδεὶς ἀντεῖπεν, 19.136ὡς μὲν δῆμός ἐστιν ἀσταθμητότατον πρᾶγμα τῶν πάντων καὶ ἀσυνθετώτατον, ὥσπερ ἐν θαλάττῃ κῦμʼ ἀκατάστατον, ὡς ἂν τύχῃ κινούμενον. μὲν ἦλθεν, δʼ ἀπῆλθεν· μέλει δʼ οὐδενὶ τῶν κοινῶν, οὐδὲ μέμνηται. δεῖ δέ τινας φίλους ὑπάρχειν τοὺς ἕκαστα πράξοντας ἐν ὑμῖν αὐτῷ καὶ διοικήσοντας, οἷον αὐτὸς δή· κἄνπερ αὐτῷ τοῦτο κατασκευασθῇ, πᾶν τι ἂν βούληται παρʼ ὑμῖν ῥᾳδίως διαπράξεται.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.133 Dem. 19.135 (English) >>Dem. 19.138

Powered by PhiloLogic